ΘΕΟΤΟΚΙΑ ΟΛΩΝ ΤΩΝ ΗΧΩΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ(Δ.Τ.Τ.Π.Π.Σ.Κ)
Σάββατο 16 Νοεμβρίου 2019
Θεοτοκίον Ἦχος πλ. δ'
Θεοτοκίον Ἦχος πλ. δ'
Π
αρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
Θεοτοκίον Ἦχος Βαρὺς
Θεοτοκίον Ἦχος Βαρὺς
Χ
αῖρε, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Θεοτοκίον Ἦχος πλ. β'
Θεοτοκίον Ἦχος πλ. β'
Τ
ὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Θεοτοκίον Ἦχος πλ. α'
Θεοτοκίον Ἦχος πλ. α'
Ὁ
ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Θεοτοκίον Ἦχος δ'
Θεοτοκίον Ἦχος δ'
Σ
ὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς θεότητος.
Θεοτοκίον Ἦχος γ'
Θεοτοκίον Ἦχος γ'
Π
ροφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σε κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν ἄφραστον.
Καὶ νῦν... Θεοτοκίον
Μ
ήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Παλαιότερες αναρτήσεις
Αρχική σελίδα
Εγγραφή σε:
Αναρτήσεις (Atom)