Θεοτοκίον Ἦχος πλ. β'
Κρίσιν Ἰσραὴλ
κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος,
τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ
κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ
συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ
Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου