Θεοτοκίον Ἦχος πλ. β'
Προϊστορεῖ
ὁ Γεδεών, τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυΐδ, τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ
ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς, γῆ ἁγία,
τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεόν, ἡ Κεχαριτωμένη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου