Θεοτοκίον Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε
Ὁρῶσά
σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος, Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας
φέρεις, γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα
μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου