Θεοτοκίον Ἦχος πλ. δ'
Τὸν ἀμνὸν
καὶ ποιμένα, καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῶ θεωροῦσα, ἡ Τεκοῦσα, ἔλεγε
δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου
φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός
μου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου