Θεοτοκίον Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
Λόγχῃ
σου τὴν πλευρὰν ὧ Υἱέ, ὀρυττομένην καθορῶσα τιτρώσκομαι, τῆς λύπης δεινῇ ῥομφαίᾳ,
καὶ στεναγμὸν ἐκ ψυχῆς, προϊέναι ὅλως οὐ δεδύνημαι, ἡ Πάναγνος ἔλεγε, παρεστῶσα
τῷ πάθει σου, καὶ τὴν σφαγήν σου, καθορῶσα τὴν ἄδικον, ἀνεξίκακε, ὑπεράγαθε Κύριε,
ποῦ μοι τὰ εὐαγγέλια, βοῶσα σὺν δάκρυσι, ποῦ ὁ τὸ Χαῖρέ μοι λέξας; ποῦ ἡ λοχεία
ἡ ἄφραστος; ποῦ Πέτρος ὁ φίλος; ἀλλὰ δόξα τῇ ἀφάτῳ μακροθυμίᾳ σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου