Θεοτοκίον Ἦχος πλ. α'
Στῆσον
τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῷ ῥείθρῳ τῆς σῆς
πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθ' ἑκάστην,
τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ἐκταράττοντας, καταπόντισον,
ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαρᾶς τὴν καρδίαν μου, λῦσον τὸ νέφος
βοῶ σοι, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου