Θεοτοκίον Ἦχος πλ. α'
Ἔχων ἁμαρτημάτων
πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοι ἐν κατανύξει, καὶ
συντριβῇ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον· καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας
Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοῖς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως,
φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταῖς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέσθαι, υἱὸν
φωτὸς ἀξιοῦσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου