Θεοτοκίον Ἦχος β'
Ὥραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη,
τῶν παραπτώσεων, τί ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν,
ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου
τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σῶσόν με.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου