Θεοτοκίον Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
Στᾶσα ἐπὶ
Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνῳδοῦσα ὠδύρετο, βοῶσα· οὐ φέρω Τέκνον,
προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου ὃν περ ἀπεκύησα· ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος,
καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι
γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὂ εἴρηκεν, ὁ Συμεὼν τῇ καρδίᾳ, ἐμῇ ῥομφαίαν ἐλεύσεσθαι,
ἀλλ' ὧ νῦν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου