Θεοτοκίον Ἦχος β'
Θλίψεις
καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε,
Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνῆτίς μοι φάνηθι, θαλάσσῃ τοῦ βίου, καὶ τὸν ἐπικείμενον
πράϋνον κλύδωνα, ὅρμῳ, γαληνῷ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τῇ θείᾳ σκέπῃ
σου προστρέχοντα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου