Θεοτοκίον Ἦχος γ'
Τὴν ὡραιότητα,
τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς,
ἐβόα σοι Θεοτόκε, Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ,
καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι, Χαῖρε ἡ Κεχαριτωμένη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου