Θεοτοκίον Ἦχος δ'
Ἔδωκας σημείωσιν
Σὲ τὸ
καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε, τὸν νοῦν μου καθάρισον,
τὸν ἐσπιλωμένον, πάσαις πλημμελείαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος
ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν πολλὴν εὐσπλαγχνίαν σου, μεγαλύνω σῳζόμενος,
ὁ ἀχρεῖος οἰκέτης σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου