Θεοτοκίον Ἦχος β'
Ὢ τῆς ἀγαθότητος
τῆς σῆς! ὢ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὢ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας
σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὀλοφυρομένη, πῶς ὁ ὢν ἀθάνατος,
θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως
καθυπέμεινας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου