Δευτέρα 11 Νοεμβρίου 2019

Τοῦ ἡλίου νεφέλη τοῦ νοητοῦ,...


Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσο-φαής, ἄσπιλε, ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτει-νὴν ψυχήν μου τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, ἵνα πόθῳ κραυγάζω σοι· Θεοτόκε πανύμνητε, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου