Θεοτοκίον.
Μεγάλυνον
ψυχήν μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.
Ἀπόῤῥητον
τόκον ὁρῶν, καὶ παράδοξον, οὐρανὸν τὴν μήτραν Σου, θρόνον Χερουβικὸν τὴν νηδύν
Σου, Παρθένε Μαρία, ἐν ᾗ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, Ὃν ἀνυμνοῦντες
μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου