Δευτέρα 11 Νοεμβρίου 2019

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί...


Καὶ νῦν. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς Σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν παντοίων, καὶ νόσων καὶ θλίψεων, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου